Ancient Greek · ~2 min
Section 101
Philo Judaeus, Quod omnis probus liber sit 101
Not analysed yet
ὁ γοῦν Ἑρμῆς πυνθανομένῳ μέν, εἰ φαῦλός ἐστιν, ἀποκρίνεται· "ἥκιστα φαῦλος, ἀλλὰ πᾶν τοὐναντίον πρὸς σχῆμα σεμνὸς κοὐ ταπεινὸς οὐδ’ ἄγαν εὔογκος ὡς ἂν δοῦλος, ἀλλὰ καὶ στολὴν ἰδόντι λαμπρὸς καὶ ξύλῳ δραστήριος. —οὐδεὶς δ’ ἐς οἴκους δεσπότας ἀμείνονας αὑτοῦ πρίασθαι βούλεται· σὲ δ’ εἰσορῶν πᾶς τις δέδοικεν. ὄμμα γὰρ πυρὸς γέμεις, ταῦρος λέοντος ὡς βλέπων πρὸς ἐμβολήν. “εἶτ’ ἐπιλέγει· "τὸ εἶδος αὐτό σου κατηγορεῖ σιγῶντος, ὡς εἴης ἂν οὐχ ὑπήκοος, τάσσειν δὲ μᾶλλον ἢ ’πιτάσσεσθαι θέλοις. “ἐπεὶ δὲ καὶ πριαμένου Συλέως εἰς ἀγρὸν ἐπέμφθη,