Ancient Greek · ~1 min
Section 100
Philo Judaeus, Quod omnis probus liber sit 100
Not analysed yet
πάλιν τὸν αὐτὸν σπουδαῖον οὐχ ὁρᾷς, ὅτι οὐδὲ πωλούμενος θεράπων εἶναι δοκεῖ, καταπλήττων τοὺς ὁρῶντας, ὡς οὐ μόνον ἐλεύθερος ὢν ἀλλὰ καὶ δεσπότης ἐσόμενος τοῦ πριαμένου;