Ancient Greek · ~1 min
Section 103
Philo Judaeus, Quod omnis probus liber sit 103
Not analysed yet
Συλεῖ δὲ ἀφικομένῳ καὶ δυσανασχετοῦντι ἐπί τε τῇ βλάβῃ καὶ τῇ τοῦ θεράποντος ῥᾳθυμίᾳ καὶ τῇ περιττῇ καταφρονήσει μηδὲν μήτε τῆς χρόας μήτε ὧν ἔπραττε μεταβαλὼν εὐτολμότατά φησι· "κλίθητι καὶ πίωμεν, ἐν τούτῳ δέ μου τὴν πεῖραν εὐθὺς λάμβαν’, εἰ κρείσσων ἔσῃ. “τοῦτον οὖν πότερον δοῦλον ἢ κύριον ἀποφαντέον τοῦ δεσπότου,