Ancient Greek · ~1 min
Section 104
Philo Judaeus, Quod omnis probus liber sit 104
Not analysed yet
μὴ μόνον ἀπελευθεριάζειν ἀλλὰ καὶ ἐπιτάγματα ἐπιτάττειν τῷ κτησαμένῳ καὶ εἰ ἀφηνιάζοι τύπτειν καὶ προπηλακίζειν, εἰ δὲ καὶ βοηθοὺς ἐπάγοιτο, πάντας ἄρδην ἀπολλύναι τολμῶντα; γέλως οὖν ἂν εἴη καὶ φλυαρία πολλὴ τὰ κατὰ τὰς λεγομένας ὠνὰς γράμματα, ἐπειδὰν τῇ καθ’ ὧν γράφεται παρευημερηθῇ σθεναρωτέρᾳ δυνάμει, χαρτιδίων ἀγράφων ἀκυρότερα, ὑπὸ σέων ἢ χρόνου ἢ εὐρῶτος εἰς ἅπαν διαφθαρησόμενα.