Ancient Greek · ~2 min
Section 105
Philo Judaeus, Quod omnis probus liber sit 105
Not analysed yet
Ἀλλ’ οὐ χρή, φήσει τις, τὰς τῶν ἡρώων παράγειν εἰς πίστιν ἀρετάς· μείζους γὰρ ἢ κατὰ ἀνθρωπίνην φύσιν γενομένους Ὀλυμπίοις ἁμιλλᾶσθαι, μικτῆς γενέσεως, ἀθανάτων καὶ θνητῶν ἀνακραθέντων σπερμάτων, ἐπιλαχόντας, ἡμιθέους εἰκότως προσαγορευθέντας, τοῦ θνητοῦ μίγματος ὑπὸ τῆς ἀφθάρτου μερίδος κατακρατηθέντος, ὡς μηδὲν εἶναι παράδοξον, εἰ τῶν ἐπ’ αὐτοῖς δουλείαν τεχναζόντων ὠλιγώρουν. ἔστω ταῦτα. μὴ καὶ Ἀνάξαρχος ἢ Ζήνων ὁ Ἐλεάτης ἥρωες ἢ ἐκ θεῶν;