Ancient Greek · ~1 min
Section 107
Philo Judaeus, Quod omnis probus liber sit 107
Not analysed yet
τὴν γὰρ ψυχὴν ἐθίσαντες ἐξ ἀρχῆς δι’ ἐπιστήμης ἔρωτα τῆς μὲν πρὸς τὰ πάθη κοινωνίας ἀφίστασθαι, παιδείας δὲ καὶ σοφίας περιέχεσθαι, μετανάστιν μὲν σώματος εἰργάσαντο, φρονήσει δὲ καὶ ἀνδρείᾳ καὶ ταῖς ἄλλαις ἀρεταῖς σύνοικον ἀπέφηναν.