Ancient Greek · ~1 min
Section 108
Philo Judaeus, Quod omnis probus liber sit 108
Not analysed yet
τοιγαροῦν ὁ μὲν κρινόμενος καὶ κατατεινόμενος ὑπὲρ τοῦ τι τῶν ἀρρήτων ἐκλαλῆσαι, πυρὸς καὶ σιδήρου, τῶν ἐν τῇ φύσει κραταιοτάτων, φανεὶς δυνατώτερος, ἀποτραγὼν τοῖς ὀδοῦσι τὴν γλῶτταν εἰς τὸν βασανιστὴν ἠκόντισεν, ἵνα μηδ’ ἄκων ἃ καλὸν ἡσυχάζειν φθέγξηται βιασθείς.