Ancient Greek · ~1 min
Section 110
Philo Judaeus, Quod omnis probus liber sit 110
Not analysed yet
Παλαιστὰς οἶδα καὶ παγκρατιαστὰς πολλάκις ὑπὸ φιλοτιμίας καὶ τῆς εἰς τὸ νικᾶν σπουδῆς, ἀπαγορευόντων αὐτοῖς τῶν σωμάτων, μόνῃ ψυχῇ διαπνέοντας ἔτι καὶ διαθλοῦντας, ἣν ἐθίσαντες καταφρονητικῶς ἔχειν τῶν φοβερῶν ἐγκαρτεροῦσιν ἄχρι τῆς τοῦ βίου τελευτῆς.