Ancient Greek · ~2 min
Section 111
Philo Judaeus, Quod omnis probus liber sit 111
Not analysed yet
εἶτ’ οἰόμεθα τοὺς μὲν ἀσκητὰς τῆς ἐν σώμασιν εὐτονίας ἐπιβεβηκέναι φόβῳ θανάτου ἢ δι’ ἐλπίδα νίκης ἢ ὑπὲρ τοῦ μὴ τὴν ἰδίαν ἧτταν ἐπιδεῖν, τοὺς δὲ τὸν ἀόρατον νοῦν γυμνάζοντας ἐν ἑαυτοῖς, ὃς ἀψευδῶς ἄνθρωπός ἐστιν οἶκον ἐπιφερόμενος τὸ αἰσθητὸν εἶδος, καὶ λόγοις μὲν τοῖς ἐκ φιλοσοφίας ἔργοις δὲ τῆς ἀρετῆς ἀλείφοντας οὐχ ὑπὲρ ἐλευθερίας ἐθελήσειν ἀποθνῄσκειν, ἵν’ ἐν ἀδουλώτῳ φρονήματι τὴν εἱμαρμένην ἀνύσωσι πορείαν;