Ancient Greek · ~1 min
Section 115
Philo Judaeus, Quod omnis probus liber sit 115
Not analysed yet
λέγεται δὲ καὶ πρὸς Μακεδόνων ἁλούσας Δαρδανίδας γυναῖκας αἴσχιστον κακὸν δουλείαν ὑπολαβούσας οὓς ἐκουροτρόφουν παῖδας εἰς τὸ βαθύτατον τοῦ ποταμοῦ ῥίπτειν ἐπιφωνούσας· „ἀλλ’ ὑμεῖς γε οὐ δουλεύσετε, πρὶν δ’ ἄρξασθαι βίου βαρυδαίμονος, τὸ χρεὼν ἐπιτεμόντες ἐλεύθεροι τὴν ἀναγκαίαν καὶ πανυστάτην ὁδὸν περαιώσεσθε. “