Ancient Greek · ~2 min
Section 114
Philo Judaeus, Quod omnis probus liber sit 114
Not analysed yet
Λακωνικοῦ παιδὸς ᾄδεται παρ’ οἷς ἔθος ἰχνηλατεῖν ἀρετὰς τὸ ἐκ γένους ἢ φύσεως ἀδούλωτον· ἐπειδὴ γὰρ αἰχμάλωτος ἀπαχθεὶς ὑπό τινος τῶν Ἀντιγόνου τὰς μὲν ἐλευθέρας χρείας ὑπέμενε, ταῖς δὲ δουλικαῖς ἠναντιοῦτο φάσκων οὐχὶ δουλεύσειν, καίτοι μήπω τοῖς Λυκούργου νόμοις παγίως ἐντραφῆναι διὰ τὴν ἡλικίαν δυνηθείς, ὅτι μόνον αὐτῶν ἐγεύσατο, τοῦ παρόντος ἀβιώτου βίου θάνατον εὐτυχέστερον κρίνας, ἀπογνοὺς ἀπολύτρωσιν, ἄσμενος ἑαυτὸν διεχρήσατο.