Ancient Greek · ~2 min
Section 118
Philo Judaeus, Quod omnis probus liber sit 118
Not analysed yet
ἀλλὰ γὰρ καὶ δήμους ὅλους ἀκούομεν ὑπὲρ ἐλευθερίας ἅμα καὶ πίστεως τῆς πρὸς ἀποθανόντας εὐεργέτας αὐθαίρετον πανωλεθρίαν ὑποστάντας, ὥσπερ φασὶν οὐ πρὸ πολλοῦ Ξανθίους. ἐπειδὴ γὰρ εἷς τῶν ἐπιθεμένων Ἰουλίῳ Καίσαρι, Βροῦτος, ἐπιὼν ἐπ’ αὐτοὺς ἐστράτευσε, δεδιότες οὐ πόρθησιν ἀλλὰ δουλείαν τὴν ὑπ’ ἀνδροφόνου κτείναντος ἡγεμόνα καὶ εὐεργέτην —ἀμφότερα γὰρ ἦν αὐτῷ Καῖσαρ —ἀπεμάχοντο μὲν ἐφ’ ὅσον οἷοί τε ἦσαν δυνατῶς τὸ πρῶτον, ὑπαναλούμενοι δὲ ἐκ τοῦ κατ’ ὀλίγον ἔτ’ ἀντεῖχον.