Ancient Greek · ~1 min
Section 119
Philo Judaeus, Quod omnis probus liber sit 119
Not analysed yet
ὡς δὲ ἅπασαν τὴν ἰσχὺν ἐδαπάνησαν, γύναια καὶ γονεῖς καὶ τέκνα συνελάσαντες εἰς τὰς σφῶν οἰκίας ἕκαστοι καθιέρευον· καὶ σωρηδὸν τὰ σφάγια νήσαντες, πῦρ ἐνέντες καὶ ἑαυτοὺς ἐπικατασφάξαντες, ἐλεύθεροι τὸ πεπρωμένον ἀπ’ ἐλευθέρου καὶ εὐγενοῦς φρονήματος ἐξέπλησαν.