Ancient Greek · ~1 min
Section 127
Philo Judaeus, Quod omnis probus liber sit 127
Not analysed yet
Θεόδωρον λόγος ἔχει τὸν ἐπικληθέντα ἄθεον ἐκπεσόντα τῶν Ἀθηνῶν καὶ πρὸς Λυσίμαχον ἐλθόντα, ἐπειδή τις τῶν ἐν τέλει τὸν δρασμὸν ὠνείδισεν, ἅμα καὶ τὰς αἰτίας ἐπιλέγων, ὅτι ἐπὶ ἀθεότητι καὶ διαφθορᾷ τῶν νέων καταγνωσθεὶς ἐξέπεσεν, "[οὐκ] ἐξέπεσον“ φάναι, „τὸ δ’ αὐτὸ ἔπαθον τῷ Διὸς Ἡρακλεῖ.