Ancient Greek · ~1 min
Section 128
Philo Judaeus, Quod omnis probus liber sit 128
Not analysed yet
καὶ γὰρ ἐκεῖνος ἐξετέθη πρὸς τῶν Ἀργοναυτῶν, οὐκ ἀδικῶν, ἀλλ’ ὅτι μόνος πλήρωμα καὶ ἕρμα καθ’ αὑτὸν ὢν ἐναυβάρει, δέος παρασχὼν τοῖς συμπλέουσι, μὴ τὸ σκάφος ὑπέραντλον γένηται. κἀγὼ διὰ τοῦτο μετανέστην, ὕψει καὶ μεγέθει τῆς ἐμῆς διανοίας τῶν πολιτευομένων Ἀθήνησιν οὐ δυνηθέντων συνδραμεῖν, ἅμα καὶ φθονηθείς. “