Ancient Greek · ~1 min
Section 131
Philo Judaeus, Quod omnis probus liber sit 131
Not analysed yet
Τῆς δὲ ἐν σοφοῖς ἐλευθερίας, ὥσπερ καὶ τῶν ἄλλων ἀνθρωπίνων ἀγαθῶν, κἀν τοῖς ἀλόγοις ζῴοις παραδείγματα σκοπῶν ἄν τις εὕροι. οἱ γοῦν ἀλεκτρυόνες οὕτως εἰώθασι φιλοκινδύνως ἀγωνίζεσθαι, ὥστε ὑπὲρ τοῦ μὴ εἶξαι καὶ παραχωρῆσαι, κἂν ἡττῶνται ταῖς δυνάμεσιν, οὐχ