Ancient Greek · ~1 min
Section 132
Philo Judaeus, Quod omnis probus liber sit 132
Not analysed yet
ἡττώμενοι ταῖς εὐτολμίαις ἄχρι θανάτου παραμένουσιν. ὃ συνιδὼν Μιλτιάδης ὁ τῶν Ἀθηναίων στρατηγός, ἡνίκα βασιλεὺς ὁ Περσῶν ἅπασαν τὴν ἀκμὴν τῆς Ἀσίας ἀναστήσας μυριάσι πολλαῖς διέβαινεν ἐπὶ τὴν Εὐρώπην, ὡς ἀναρπάσων αὐτοβοεὶ τὴν Ἑλλάδα, συναγαγὼν ἐν τῷ παναθηναϊκῷ τοὺς συμμάχους ὀρνίθων ἀγῶνας ἐπέδειξε, λόγου παντὸς δυνατωτέραν ὑπολαμβάνων ἔσεσθαι τὴν διὰ τῆς τοιαύτης ὄψεως παρακέλευσιν· καὶ γνώμης οὐχ ἥμαρτε.