Ancient Greek · ~2 min
Section 136
Philo Judaeus, Quod omnis probus liber sit 136
Not analysed yet
Καὶ μὴν οὐδ’ ἐκεῖνό τις τῶν ἐπὶ βραχὺ παιδείας ἁψαμένων ἀγνοεῖ, ὅτι καλὸν μὲν πρᾶγμα ἐλευθερία, αἰσχρὸν δὲ δουλεία, καὶ ὅτι τὰ μὲν καλὰ πρόσεστι τοῖς ἀγαθοῖς, τὰ δ’ αἰσχρὰ τοῖς φαύλοις· ἐξ ὧν ἐναργέστατα παρίσταται τὸ μήτε τινὰ τῶν σπουδαίων δοῦλον εἶναι, κἂν μυρίοι τὰ δεσποτῶν σύμβολα προφέροντες ἐπανατείνωνται, μήτε τῶν ἀφρόνων ἐλεύθερον, κἂν Κροῖσος ἢ Μίδας ἢ ὁ μέγας βασιλεὺς ὢν τυγχάνῃ.