Ancient Greek · ~1 min
Section 135
Philo Judaeus, Quod omnis probus liber sit 135
Not analysed yet
τοὺς οὖν σοφοὺς τί οἰόμεθα οὐκ ἀσμενέστατα δουλείας ἀντικαταλλάξεσθαι τελευτήν; τὰς δὲ τῶν νέων καὶ εὐφυῶν ψυχὰς ἆρ’ οὐκ ἄτοπον λέγειν ἐν ἄθλοις ἀρετῆς ὀρνίθων ἐλαττοῦσθαι καὶ μόλις φέρεσθαι τὰ δευτερεῖα;