Ancient Greek · ~1 min
Section 138
Philo Judaeus, Quod omnis probus liber sit 138
Not analysed yet
βουλαί τε γὰρ καὶ ἐκκλησίαι καθ’ ἑκάστην σχεδὸν ἡμέραν ἀθροίζονται περὶ τίνος μᾶλλον ἢ ἐλευθερίας παρούσης μὲν βεβαιώσεως, εἰ δ’ ἀπείη, κτήσεως; ἡ δ’ Ἑλλὰς καὶ βάρβαρος κατὰ ἔθνη στασιάζουσι καὶ πολεμοῦσιν ἀεὶ τί βουλόμεναι ὅ τι μὴ δουλείαν μὲν ἀποδιδράσκειν, ἐλευθερίαν δὲ περιποιεῖσθαι;