Ancient Greek · ~1 min
Section 139
Philo Judaeus, Quod omnis probus liber sit 139
Not analysed yet
διὸ κἀν ταῖς μάχαις ἡ λοχαγῶν καὶ ταξιαρχῶν καὶ στρατηγῶν μεγίστη παρακέλευσις ἥδ’ ἐστί· „κακῶν τὸ βαρύτατον, ἄνδρες σύμμαχοι, δουλείαν ἐπιφερομένην ἀπωσώμεθα· τοῦ καλλίστου τῶν ἐν ἀνθρώποις ἀγαθῶν, ἐλευθερίας, μὴ περιίδωμεν. ἥδ’ ἐστὶν ἀρχὴ καὶ πηγὴ τῆς εὐδαιμονίας, ἀφ’ ἧς αἱ κατὰ μέρος ῥέουσιν ὠφέλειαι. “