Ancient Greek · ~2 min
Section 143
Philo Judaeus, Quod omnis probus liber sit 143
Not analysed yet
τῷ τότε ἀσπασαμένων. εἰ δὲ καὶ ποιηταῖς προσέχειν ἄξιον —διὰ τί δὲ οὐ μέλλομεν; παιδευταὶ γὰρ οὗτοί γε τοῦ σύμπαντος βίου, καθάπερ ἰδίᾳ γονεῖς παῖδας καὶ οὗτοι δημοσίᾳ τὰς πόλεις σωφρονίζοντες —,οὐδ’ ἡ Ἀργὼ ναυαρχοῦντος Ἰάσονος ἐπέτρεπεν ἐπιβαίνειν οἰκέταις, μεμοιραμένη ψυχῆς καὶ λογισμοῦ, φύσις οὖσα φιλελεύθερος. ὅθεν καὶ ὁ Αἰσχύλος ἐπ’ αὐτῆς εἶπε· „ποῦ δ’ ἐστὶν Ἀργοῦς ἱερόν, αὔδασον, ξύλον;"