Ancient Greek · ~1 min
Section 144
Philo Judaeus, Quod omnis probus liber sit 144
Not analysed yet
Ἐπανατάσεων δὲ καὶ ἀπειλῶν, ἃς σοφοῖς ἀνδράσιν ἐπανατείνονται καὶ ἀπειλοῦσί τινες, ἥκιστα φροντιστέον καὶ τὰ ὅμοια λεκτέον Ἀντιγενίδᾳ τῷ αὐλητῇ. καὶ γὰρ ἐκεῖνόν φασιν, ἐπειδή τις τῶν ἀντιτέχνων ὀργισθεὶς εἶπεν "ὠνήσομαί σε,“ βαθεῖ ἤθει φάναι· „κἀγὼ τοιγαροῦν διδάξω σε αὐλεῖν. “