Ancient Greek · ~2 min
Section 145
Philo Judaeus, Quod omnis probus liber sit 145
Not analysed yet
ἄξιον οὖν καὶ τῷ σπουδαίῳ πρὸς μὲν τὸν ἔχοντα ὠνητικῶς λέγειν· „σωφροσύνην ἄρα ἀναδιδαχθήσῃ“, πρὸς δὲ τὸν ἀπειλοῦντα φυγήν· „πᾶσα γῆ μοι πατρίς“, πρὸς δὲ τὸν χρημάτων ζημίαν· „ἀρκεῖ μετρία βιοτά μοι“, πρὸς δὲ τὸν πληγὰς ἢ θάνατον ἐπανατεινόμενον· „οὐ μορμολύττεταί με ταῦτα, οὐδ’ εἰμὶ πυκτῶν ἢ παγκρατιαστῶν ἐλάττων, οἵτινες ἀμαυρὰ εἴδωλα ἀρετῆς ὁρῶντες, ἅτε σωμάτων αὐτὸ μόνον εὐεξίαν διαπονήσαντες, ἑκάτερα τλητικῶς ὑπομένουσιν·