Ancient Greek · ~1 min
Section 155
Philo Judaeus, Quod omnis probus liber sit 155
Not analysed yet
ὅθεν κἀκεῖνα εὖ πεφώνηται· „οὔποτε δουλείη κεφαλὴ εὐθεῖα πέφυκεν, ἀλλ’ αἰεὶ σκολιή, καὐχένα λοξὸν ἔχει. “τὸ γὰρ πλάγιον καὶ ποικίλον καὶ ἀπατηλὸν ἦθος ἀγενέστατον, ὥσπερ εὐγενὲς τὸ εὐθὺ καὶ ἄπλαστον καὶ ἀνύπουλον, λόγων βουλεύμασι καὶ βουλευμάτων λόγοις συνᾳδόντων.