Ancient Greek · ~1 min
Section 156
Philo Judaeus, Quod omnis probus liber sit 156
Not analysed yet
ἄξιον δὲ καταγελᾶν τῶν ἐπειδὰν ἀπαλλαγῶσι δεσποτικῆς κτήσεως ἐλευθερωθῆναι νομιζόντων· οἰκέται μὲν γὰρ οὐκέθ’ ὁμοίως ἂν εἶεν οἵ γε ἀφειμένοι, δοῦλοι δὲ καὶ μαστιγίαι πάντες, ὑπακούοντες οὐκ ἀνθρώπων —ἧττον γὰρ ἂν ἦν τὸ δεινόν —,ἀλλὰ καὶ τῶν ἐν ἀψύχοις ἀτιμοτάτων, ἀκράτου, λαχάνων, πεμμάτων, ὅσα ἄλλα σιτοπόνων τε καὶ ὀψαρτυτῶν περιεργίαι κατὰ γαστρὸς τῆς ταλαίνης δημιουργοῦσιν.