Ancient Greek · ~1 min
Section 160
Philo Judaeus, Quod omnis probus liber sit 160
Not analysed yet
μήτε τῆς καταδουλουμένης μήτε δι’ ἧς ἐλευθερία βεβαιοῦται, γυμναὶ δέ εἰσιν ἔτι, καθάπερ αἱ τῶν κομιδῇ νηπίων, ταύτας τιθηνοκομητέον, ἐνστάζοντας τὸ μὲν πρῶτον ἀντὶ γάλακτος ἁπαλὰς τροφάς, τὰς διὰ τῶν ἐγκυκλίων ὑφηγήσεις, εἶτ’ αὖθις κραταιοτέρας ὧν φιλοσοφία δημιουργός, ἐξ ὧν ἀνδρωθεῖσαι καὶ εὐεκτήσασαι πρὸς τέλος αἴσιον, οὐ Ζηνώνειον μᾶλλον ἢ πυθόχρηστον, ἀφίξονται, τὸ ἀκολούθως τῇ φύσει ζῆν.