Ancient Greek · ~1 min
Section 159
Philo Judaeus, Quod omnis probus liber sit 159
Not analysed yet
εἰ μὲν γὰρ πρὸς ἐπιθυμίας ἐλαύνεται ἢ ὑφ’ ἡδονῆς δελεάζεται ἢ φόβῳ ἐκκλίνει ἢ λύπῃ στέλλεται ἢ ὑπ’ ὀργῆς τραχηλίζεται, δουλοῖ μὲν αὑτήν, δοῦλον δὲ καὶ τὸν ἔχοντα μυρίων δεσποτῶν ἀπεργάζεται· εἰ δὲ φρονήσει μὲν ἀμαθίαν, σωφροσύνῃ δ’ ἀκολασίαν, δειλίαν δὲ ἀνδρείᾳ καὶ πλεονεξίαν δικαιοσύνῃ κατηγωνίσατο, τῷ ἀδουλώτῳ καὶ τὸ ἀρχικὸν προσείληφεν. ὅσαι δὲ μηδετέρας ἰδέας πω μετεσχήκασι,