Ancient Greek · ~1 min
Section 17
Philo Judaeus, Quod omnis probus liber sit 17
Not analysed yet
δουλεία τοίνυν ἡ μὲν ψυχῶν, ἡ δὲ σωμάτων λέγεται· δεσπόται δὲ τῶν μὲν σωμάτων ἄνθρωποι, ψυχῶν δὲ κακίαι καὶ πάθη. κατὰ ταὐτὰ δὲ καὶ ἐλευθερία· ἡ μὲν γὰρ ἄδειαν σωμάτων ἀπ’ ἀνθρώπων δυνατωτέρων, ἡ δὲ διανοίας ἐκεχειρίαν ἀπὸ τῆς τῶν παθῶν δυναστείας ἐργάζεται.