Ancient Greek · ~1 min
Section 18
Philo Judaeus, Quod omnis probus liber sit 18
Not analysed yet
τὸ μὲν οὖν πρότερον οὐδὲ εἷς ζητεῖ· μυρίαι γὰρ αἱ ἀνθρώπων τύχαι, καὶ πολλοὶ πολλάκις καιροῖς ἀβουλήτοις τῶν σφόδρα ἀστείων τὴν ἐκ γένους ἀπέβαλον ἐλευθερίαν· ἀλλ’ ἔστιν ἡ σκέψις περὶ τρόπων, οὓς οὔτ’ ἐπιθυμίαι οὔτε φόβοι οὔθ’ ἡδοναὶ οὔτε λῦπαι κατέζευξαν, ὥσπερ ἐξ εἱρκτῆς προεληλυθότων καὶ δεσμῶν οἷς ἐπεσφίγγοντο διαφειμένων.