Ancient Greek · ~2 min
Section 22
Philo Judaeus, Quod omnis probus liber sit 22
Not analysed yet
ἔμαθε γὰρ ἀλογεῖν ἐπιταγμάτων, ὅσα οἱ ψυχῆς παρανομώτατοι ἄρχοντες ἐπιτάττουσι, διὰ ζῆλον καὶ πόθον ἐλευθερίας, ἧς τὸ αὐτοκέλευστον καὶ ἐθελουργὸν κλῆρος ἴδιος. ἐπαινεῖται παρά τισιν ὁ τὸ τρίμετρον ἐκεῖνο ποιήσας „τίς δ’ ἐστὶ δοῦλος τοῦ θανεῖν ἄφροντις ὤν; “ὡς μάλα συνιδὼν τὸ ἀκόλουθον· ὑπέλαβε γάρ, ὅτι οὐδὲν οὕτως δουλοῦσθαι πέφυκε διάνοιαν, ὡς τὸ ἐπὶ θανάτῳ δέος, ἕνεκα τοῦ πρὸς τὸ ζῆν ἱμέρου.