Ancient Greek · ~1 min
Section 21
Philo Judaeus, Quod omnis probus liber sit 21
Not analysed yet
εἰ δή τις εἴσω προελθὼν τῶν πραγμάτων ἐθελήσειε διακύψαι, γνώσεται σαφῶς, ὅτι οὐδὲν ἄλλο ἄλλῳ συγγενὲς οὕτως, ὡς αὐτοπραγία ἐλευθερίᾳ, διότι πολλὰ μὲν τῷ φαύλῳ τὰ ἐμποδών, φιλαργυρία, φιλοδοξία, φιληδονία, τῷ δ’ ἀστείῳ τὸ παράπαν οὐδέν, ἐπανισταμένῳ καὶ ἐπιβεβηκότι καθάπερ ἐν ἄθλων ἀγῶνι τοῖς καταπαλαισθεῖσιν, ἔρωτι, φόβῳ, δειλίᾳ, λύπῃ, τοῖς ὁμοιοτρόποις.