Ancient Greek · ~2 min
Section 24
Philo Judaeus, Quod omnis probus liber sit 24
Not analysed yet
ὁ μὲν γὰρ ἀπὸ ταπεινοῦ καὶ δουλοπρεποῦς φρονήματος ταπεινοῖς καὶ δουλοπρεπέσι παρὰ γνώμην ἐγχειρῶν τὴν ἑαυτοῦ δοῦλος ὄντως· ὁ δὲ πρὸς τὸν παρόντα καιρὸν ἁρμοζόμενος τὰ οἰκεῖα καὶ ἑκουσίως ἅμα καὶ τλητικῶς ἐγκαρτερῶν τοῖς ἀπὸ τύχης καὶ μηδὲν καινὸν τῶν ἀνθρωπίνων εἶναι νομίζων, ἀλλ’ ἐξητακὼς ἐπιμελῶς, ὅτι τὰ μὲν θεῖα αἰωνίῳ τάξει καὶ εὐδαιμονίᾳ τετίμηται, τὰ δὲ θνητὰ πάντα σάλῳ καὶ κλύδωνι πραγμάτων διαφερόμενα πρὸς ἀνίσους ῥοπὰς ταλαντεύει, καὶ γενναίως ὑπομένων τὰ συμπίπτοντα φιλόσοφος εὐθύς ἐστι καὶ ἐλεύθερος.