Ancient Greek · ~1 min
Section 25
Philo Judaeus, Quod omnis probus liber sit 25
Not analysed yet
ὅθεν οὐδὲ παντὶ τῷ προστάττοντι ὑπακούσεται, κἂν αἰκίας καὶ βασάνους καί τινας φοβερωτάτας ἀπειλὰς ἐπανατείνηται, νεανιευσάμενος δὲ ἀντικηρύξει· "ὄπτα, κάταιθε σάρκας, ἐμπλήσθητί μου πίνων κελαινὸν αἷμα· πρόσθε γὰρ κάτω γῆς εἶσιν ἄστρα, γῆ δ’ ἄνεις’ ἐς οὐρανόν, πρὶν ἐξ ἐμοῦ σοι θῶπ’ ἀπαντῆσαι λόγον. “