Ancient Greek · ~1 min
Section 28
Philo Judaeus, Quod omnis probus liber sit 28
Not analysed yet
εἰς ταῦτα δ’ ἀπιδὼν Ἀντισθένης δυσβάστακτον εἶπεν εἶναι τὸν ἀστεῖον· ὡς γὰρ ἡ ἀφροσύνη κοῦφον καὶ φερόμενον, οὕτως ἡ φρόνησις ἐρηρεισμένον καὶ ἀκλινὲς καὶ βάρος ἔχον ἀσάλευτον.