Ancient Greek · ~1 min
Section 27
Philo Judaeus, Quod omnis probus liber sit 27
Not analysed yet
ὅμοιον δή τι τούτῳ πεπονθέναι μοι δοκεῖ ὁ ἀστεῖος· τὴν γὰρ ψυχὴν εὖ μάλα κραταιωθεὶς ἰσχυρογνώμονι λογισμῷ θᾶττον ἀναγκάζει τὸν βιαζόμενον ἀπειπεῖν ἢ ὑπομένει τι δρᾶσαι τῶν παρὰ γνώμην. ἀλλ’ ἄπιστον ἴσως τοῖς μὴ πεπονθόσιν ἀρετὴν τὸ λεγόμενον· καὶ γὰρ ἐκεῖνο τοῖς τοὺς παγκρατιαστὰς οὐκ εἰδόσι, γέγονε δ’ οὐδὲν ἧττον ἐπ’ ἀληθείας.