Ancient Greek · ~1 min
Section 3
Philo Judaeus, Quod omnis probus liber sit 3
Not analysed yet
ὅσοι δὲ φιλοσοφίαν γνησίως ἠσπάσαντο, καταπειθεῖς γενόμενοι τῷ προστάγματι νόμον αὐτὸ μᾶλλον δὲ θεσμὸν ἰσούμενον χρησμῷ ὑπετόπησαν, δόξας δ’ ἀγελαίους ὑπερκύψαντες ἀτραπὸν ἄλλην ἐκαινοτόμησαν ἄβατον ἰδιώταις λόγων καὶ δογμάτων, ἰδέας ἀνατείλαντες ὧν οὐδενὶ μὴ καθαρῷ θέμις ψαύειν.