Ancient Greek · ~1 min
Section 35
Philo Judaeus, Quod omnis probus liber sit 35
Not analysed yet
ἕτεροι δ’ εἰσὶν ἐκ γένους δοῦλοι τὰ τῶν ἐλευθέρων εὐμοιρίᾳ τύχης μετιόντες· ἐπίτροποι γὰρ οἰκιῶν καὶ κτημάτων καὶ μεγάλων οὐσιῶν, ἔστι δ’ ὅτε καὶ τῶν ὁμοδούλων ἄρχοντες καθίστανται, πολλοὶ δὲ καὶ γυναῖκας καὶ παῖδας ὀρφανοὺς δεσποτῶν ἐπετράπησαν, φίλων καὶ συγγενῶν προκριθέντες εἰς πίστιν· ἀλλ’ ὅμως εἰσὶ δοῦλοι, δανείζοντες, ὠνούμενοι, προσόδους ἐκλεγόμενοι, θεραπευόμενοι.