Ancient Greek · ~2 min
Section 36
Philo Judaeus, Quod omnis probus liber sit 36
Not analysed yet
τί οὖν θαυμαστόν, εἰ καὶ κατὰ τοὐναντίον ὀλίσθῳ τις εὐτυχίας δουλικὰς χρείας ἐπιτελεῖ; τὸ δ’ ὑπακούειν ἑτέρῳ τὴν ἐλευθερίαν ἀφαιρεῖται. καὶ πῶς πατρὸς μὲν ἢ μητρὸς ἐπιταγμάτων παῖδες ἀνέχονται, γνώριμοι δὲ ὧν ὑφηγηταὶ διακελεύονται; δοῦλος γὰρ ἑκὼν οὐδείς. οἵ γε μὴν τοκέες οὐ τοσαύτην ὑπερβολὴν ἐπιδείξονταί ποτε μισοτεκνίας, ὥσθ’ ἃ μόνα σύμβολα δουλείας ἐστί, τὰς ὑπηρεσίας, ἀναγκάσαι ἂν παῖδας τοὺς ἑαυτῶν ὑπομένειν.