Ancient Greek · ~1 min
Section 44
Philo Judaeus, Quod omnis probus liber sit 44
Not analysed yet
ἆρ’ ἄξιον τὸν προνομίας τοσαύτης τετυχηκότα δοῦλον ἢ μόνον ἐλεύθερον εἶναι νομίζειν; ὃς εἰ καὶ θείας οὐκ ἠξίωται μοίρας καθ’ αὑτόν, ἀλλά τοι διὰ τὸ φίλῳ θεῷ χρῆσθαι πάντως ὤφειλεν εὐδαιμονεῖν· οὔτε γὰρ ἀσθενὴς ὁ ὑπέρμαχος οὔτε φιλικῶν ἀμελὴς δικαίων θεὸς ἑταιρεῖος ὢν καὶ τὰ κατὰ τοὺς ἑταίρους ἐφορῶν.