Ancient Greek · ~1 min
Section 43
Philo Judaeus, Quod omnis probus liber sit 43
Not analysed yet
ἅτε γυμνῆς ὡς λόγος ἀσκητὴς φιλοσοφίας, τὸν ἔρωτι θείῳ κατεσχημένον καὶ τὸ ὂν μόνον θεραπεύοντα οὐκέτ’ ἄνθρωπον ἀλλὰ θεὸν ἀπετόλμησεν εἰπεῖν (Exod. 7, 1)· ἀνθρώπων μέντοι θεόν, οὐ τῶν τῆς φύσεως μερῶν, ἵνα τῷ πάντων καταλίπῃ πατρὶ τὸ θεῶν εἶναι βασιλεῖ καὶ θεῷ.