Ancient Greek · ~2 min
Section 47
Philo Judaeus, Quod omnis probus liber sit 47
Not analysed yet
διὸ καὶ θαυμάσαι ἄν τις τῆς ἀμβλυωπίας τοὺς τρανὰς οὕτω πραγμάτων ἰδιότητας μὴ συνορῶντας, οἳ μεγίστοις μὲν δήμοις Ἀθήναις καὶ Λακεδαίμονι πρὸς ἐλευθερίαν αὐταρκεστάτους εἶναί φασι τοὺς Σόλωνος καὶ Λυκούργου νόμους κρατοῦντάς τε καὶ ἄρχοντας, πειθαρχούντων αὐτοῖς τῶν πολιτευομένων, σοφοῖς δὲ ἀνδράσι τὸν ὀρθὸν λόγον, ὃς καὶ τοῖς ἄλλοις ἐστὶ πηγὴ νόμοις, οὐχ ἱκανὸν εἶναι πρὸς μετουσίαν ἐλευθερίας ὑπακούουσι πάντων, ἅττ’ ἂν ἢ προστάττῃ ἢ ἀπαγορεύῃ.