Ancient Greek · ~1 min
Section 48
Philo Judaeus, Quod omnis probus liber sit 48
Not analysed yet
πρὸς τοίνυν τοῖς εἰρημένοις ἐναργεστάτη πίστις ἐλευθερίας ἰσηγορία, ἣν οἱ σπουδαῖοι πάντες ἄγουσι πρὸς ἀλλήλους. ὅθεν καὶ τὰ τρίμετρα φιλοσόφως ἐκεῖνά φασιν εἰρῆσθαι· „οὐ γὰρ μετεῖναι τῶν νόμων δούλοις ἔφυ. “καὶ πάλιν· „δοῦλος πέφυκας, οὐ μέτεστί σοι λόγου. “