Ancient Greek · ~1 min
Section 51
Philo Judaeus, Quod omnis probus liber sit 51
Not analysed yet
σπουδαίων δοῦλος, ἀλλ’ ἐλεύθεροι πάντες. ἀπὸ δὲ τῆς αὐτῆς ἀφορμῆς καὶ ὅτι δοῦλος ὁ ἄφρων ἐστίν, ἐπιδειχθήσεται. ὥσπερ γὰρ ὁ κατὰ μουσικὴν νόμος οὐ δίδωσιν ἰσηγορίαν ἀμούσοις πρὸς μεμουσωμένους οὐδ’ ὁ κατὰ γραμματικὴν ἀγραμμάτοις πρὸς γραμματικοὺς οὐδὲ συνόλως ὁ τεχνικὸς πρὸς τεχνίτας ἀτέχνοις, οὕτως οὐδ’ ὁ βιωτικὸς νόμος ἰσηγορίας μεταδίδωσι τοῖς κατὰ τὸν βίον ἀπείροις πρὸς ἐμπείρους.