Ancient Greek · ~1 min
Section 52
Philo Judaeus, Quod omnis probus liber sit 52
Not analysed yet
τοῖς δ’ ἐλευθέροις ἡ ἐκ νόμου πᾶσιν ἰσηγορία δίδοται· καὶ εἰσί τινες τῶν σπουδαίων ἐλεύθεροι· καὶ τῶν βιωτικῶν ἄπειροι μὲν οἱ φαῦλοι, ἐμπειρότατοι δ’ οἱ σοφοί· οὐκ ἄρ’ εἰσί τινες τῶν φαύλων ἐλεύθεροι, δοῦλοι δὲ πάντες.