Ancient Greek · ~1 min
Section 55
Philo Judaeus, Quod omnis probus liber sit 55
Not analysed yet
ζημία γὰρ χρημάτων ἢ ἀτιμία ἢ φυγαὶ ἢ αἱ διὰ πληγῶν ὕβρεις ἢ ὅσα ὁμοιότροπα βραχέα καὶ τὸ μηδὲν ἀντιτιθέμενα κακίαις καὶ ὧν αἱ κακίαι δημιουργοί. τοὺς δὲ πολλούς, οὐ συνορῶντας τὰς ψυχῆς βλάβας διὰ λογισμοῦ πήρωσιν, ἐπὶ μόναις ταῖς ἐκτὸς συμβέβηκεν ἄχθεσθαι, τὸ κριτήριον ἀφῃρημένους, ᾧ μόνῳ καταλαβεῖν ἔστι διανοίας ζημίαν.