Ancient Greek · ~1 min
Section 54
Philo Judaeus, Quod omnis probus liber sit 54
Not analysed yet
οἶδ’ ὅτι πολλοὶ τοῦ λόγου κατακερτομήσουσιν ὡς αὐθαδείᾳ τὸ πλέον ἐρωτηθέντος ἢ συνέσει. μετὰ δὲ τὴν χλεύην παυσάμενοι τοῦ γέλωτος ἢν ἐθελήσωσι διακύψαι καὶ τὸ λεγόμενον σαφῶς ἐρευνῆσαι, καταπλαγέντες αὐτοῦ τὸ ἀψευδὲς εἴσονται, ὅτι ἐπ’ οὐδενὶ μᾶλλον οἰμώξεταί τις ἢ τῷ μὴ πειθαρχεῖν τῷ σοφῷ.