Ancient Greek · ~2 min
Section 60
Philo Judaeus, Quod omnis probus liber sit 60
Not analysed yet
καὶ μὴν ὃν μὴ ἐνδέχεται μήτ’ ἀναγκάσαι μήτε κωλῦσαι, ἐκεῖνος οὐκ ἂν εἴη δοῦλος· τὸν δὲ σπουδαῖον οὐκ ἔστιν οὔτ’ ἀναγκάσαι οὔτε κωλῦσαι· οὐκ ἄρα δοῦλος ὁ σπουδαῖος. ὅτι δ’ οὔτ’ ἀναγκάζεται οὔτε κωλύεται, δῆλον· κωλύεται μὲν γὰρ ὁ μὴ τυγχάνων ὧν ὀρέγεται, ὀρέγεται δ’ ὁ σοφὸς τῶν ἀπ’ ἀρετῆς, ὧν ἀποτυγχάνειν οὐ πέφυκε. καὶ μὴν εἰ ἀναγκάζεται, δῆλον ὅτι ἄκων τι ποιεῖ· ἐν οἷς δὲ αἱ πράξεις, ἢ ἀπ’ ἀρετῆς εἰσι κατορθώματα ἢ ἀπὸ κακίας ἁμαρτήματα ἢ μέσα καὶ ἀδιάφορα.