Ancient Greek · ~2 min
Section 61
Philo Judaeus, Quod omnis probus liber sit 61
Not analysed yet
τὰ μὲν οὖν ἀπ’ ἀρετῆς οὐ βιασθεὶς ἀλλ’ ἑκών —αἱρετὰ γάρ ἐστιν αὐτῷ πάνθ’ ἃ δρᾷ —,τὰ δ’ ἀπὸ κακίας ἅτε φευκτὰ οὐδ’ ὄναρ πράττει· οὐδὲ μὴν τὰ ἀδιάφορα εἰκός, πρὸς ἃ καθάπερ ἐπὶ πλάστιγγος ἡ διάνοια ἰσορροπεῖ, δεδιδαγμένη μήτε ὡς ὁλκὸν ἔχουσι δύναμιν ἐνδιδόναι μήθ’ ὡς ἀποστροφῆς ἀξίοις δυσχεραίνειν. ἐξ ὧν ἐστι δῆλον, ὅτι οὐδὲν ἄκων ποιεῖ οὐδ’ ἀναγκάζεται· δοῦλος δ’ εἴπερ ἦν, ἠναγκάζετ’ ἂν· ὥστ’ ἐλεύθερος ἂν εἴη ὁ ἀστεῖος.