Ancient Greek · ~2 min
Section 69
Philo Judaeus, Quod omnis probus liber sit 69
Not analysed yet
οἱ μὲν οὖν ἀργίαν πόνου προτιμήσαντες οὐ μόνον τὰς βλάστας ἐκώλυσαν, ἀλλὰ καὶ τὰς ῥίζας ἀφαυάναντες ἔφθειραν· οἱ δὲ σχολὴν μὲν βλαβερὸν ἡγούμενοι, πονεῖν δὲ ἐθέλοντες, ὥσπερ εὐγενῆ μοσχεύματα γεωργοῦντες, τῷ συνεχεῖ τῆς ἐπιμελείας οὐρανομήκεις ἐστελέχωσαν ἀρετάς, ἀειθαλῆ καὶ ἀθάνατα ἔρνη καρπὸν φέροντα εὐδαιμονίαν οὐδέποτε λήγοντα ἤ, ὥς τινες, οὐ φέροντα, ἀλλ’ αὐτὰ ὄντα εὐδαιμονίαν, ἃ Μωυσῆς ὀνόματι συνθέτῳ καλεῖν εἴωθεν ὁλοκαρπώματα.